Luke 2:1-14 – Δοξα εν υψιστοις θεω, και επι γης ειρηνη εν ανθρωποις ευδοκιας

εγενετο δε εν ταις ημεραις εκειναις εξηλθεν δογμα παρα καισαρος αυγουστου απογραφεσθαι πασαν την οικουμενην
    αυτη απογραφη πρωτη εγενετο ηγεμονευοντος της συριας κυρηνιου
    και επορευοντο παντες απογραφεσθαι εκαστος εις την εαυτου πολιν
    ανεβη δε και ιωσηφ απο της γαλιλαιας εκ πολεως ναζαρεθ εις την ιουδαιαν εις πολιν δαυιδ ητις καλειται βηθλεεμ δια το ειναι αυτον εξ οικου και πατριας δαυιδ
    απογραψασθαι συν μαριαμ τη εμνηστευμενη αυτω ουση εγκυω
    εγενετο δε εν τω ειναι αυτους εκει επλησθησαν αι ημεραι του τεκειν αυτην
    και ετεκεν τον υιον αυτης τον πρωτοτοκον και εσπαργανωσεν αυτον και ανεκλινεν αυτον εν φατνη διοτι ουκ ην αυτοις τοπος εν τω καταλυματι
    και ποιμενες ησαν εν τη χωρα τη αυτη αγραυλουντες και φυλασσοντες φυλακας της νυκτος επι την ποιμνην αυτων
    και αγγελος κυριου επεστη αυτοις και δοξα κυριου περιελαμψεν αυτους και εφοβηθησαν φοβον μεγαν
    και ειπεν αυτοις ο αγγελος μη φοβεισθε ιδου γαρ ευαγγελιζομαι υμιν χαραν μεγαλην ητις εσται παντι τω λαω
    οτι ετεχθη υμιν σημερον σωτηρ ος εστιν χριστος κυριος εν πολει δαυιδ
    και τουτο υμιν το σημειον ευρησετε βρεφος εσπαργανωμενον και κειμενον εν φατνη
    και εξαιφνης εγενετο συν τω αγγελω πληθος στρατιας ουρανιου αινουντων τον θεον και λεγοντων
    δοξα εν υψιστοις θεω και επι γης ειρηνη εν ανθρωποις ευδοκιας

(Thanks to for inspiring me.)

This entry was posted in Uncategorised. Bookmark the permalink.

1 Response to Luke 2:1-14 – Δοξα εν υψιστοις θεω, και επι γης ειρηνη εν ανθρωποις ευδοκιας

  1. fastfwd says:

    It was an interesting lesson for me as to what is acceptable vs. what is legal–and what is legal depends, once again, on where you are. Only now it’s more complicated than something like how you can’t buy medicines containing codeine over the counter in the US, or someone from the US who’s been smoking medical marijuana on prescription and the traces left on their clothes send the drug-sniffing dogs at UK Customs into a frenzy.

    It’s only going to get more complicated.

Comments are closed.